Την ευλογία του αγίου να έχουμε σήμερα ημέρα της εορτής του ....
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ψαλμός 142
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου˙ ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος˙ καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρὸς Σὲ τάς χεῖρας μου˙ ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε˙ πρὸς Σὲ κατέφυγον˙ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ πνεῦμα Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου, ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου˙ ὅτι ἐγὼ δοῦλός Σου εἰμι.
Ἦχος δ.΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Παρά Κυρίου ἐγένετο αὔτη, και έστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εὐαρεστήσας τῷ Θεῷ ἀθλοφόρε καὶ δι’ ἀσκήσεως λευκάνας σου τὸν χιτῶνα καὶ χάριν ἐνδυσάμενος τοῦ Ἁγίου Πνεύματος, Πάτερ προθύμως εἰσεχώρησας μαρτυρίου ἀγῶνας καὶ ὡς Ἁγνὴ περιστερὰ ἔνθα τὰ σκηνώματα κατεπαύθης Ἁγίων, ἔνθα ἀναμέλπουσι τὸν Τρισάγιον Ὓμνον. Διὸ Ἐφραὶμ θαυματουργέ, μὴ διαλείπης πρεσβεύων πρὸς Κύριον. (δίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τῇ Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν,ἁμαρτωλοὶ καὶ
ταπεινοὶ καὶ προσπέσωμεν,ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς˙Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα˙
σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων˙ μὴ ἀποστρέψῃς Σούς δούλους κενούς˙ Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνωνϗ Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρουςϗ Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός 50
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι.
Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι.
Ρύσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν˙ ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον˙ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἰρμός.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα˙ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ἅγιε του Θεού πρεσβευε υπέρ ημών.
Πολλοῖς συνεχόμενος συμφοραῖς, ἀσθενείαις πικραῖς καὶ τυραννικαῖς, πίστει προσέρχομαι τῇ σορῷ σου, ἴασαί με Ἅγιε τῇ μεσιτείᾳ σου.
Ἐδόθη σοι χάρις παρὰ Θεῦ, θεραπεύειν τάς νόσους τῶν ποικίλων ἀσθενειῶν, ἔγειρόν κείμενον χαλεπῆς ἀσθενείας, ὅπως δοξάζω σε, Ἅγιε Ἐφραίμ, τὸν Σωτῆρα μου.
Βυθῷ ἁμαρτίας περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, ἴασιν παρασχου μοι τῷ σῷ ἱκέτῃ, μετὰ δακρύων βοᾷ σοι ὁ δοῦλος σου.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Δέσποινα Παρθένε Μήτηρ Θεοῦ, μὴ παύσεις πρεσβεύειν ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὡς ἔνδοξος Μητέρα τοῦ Ὑψίστου, ἵνα ἐλεήσῃ με καὶ σώσῃ με ἐκ τῶν πολυχρονίων μου νόσων Πανάμωμε.
Ὠδὴ γ΄.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, Σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Ἀπορήσας εἰς τέλος ὀδυνηρῶς κράζω σοι, πρόφθασον Ἐφραὶμ τῶν βοώντων σοι καὶ τὴν Ἁγίαν σου χεῖρα ἔκτεινον, ἔγειρόν με τῆς κλίνης καὶ τὴν ὑγείαν παράσχου μοι τῷ δούλῳ σου Ἅγιε.
Ἁμαρτιῶν μου τῷ βάρει νυνὶ συνέχομαι καὶ τῷ πελάγει τῶν θλίψεων ὅλων ἐκτίων με, πρόφθασον θερμῆ σου ἱκεσίᾳ καὶ τὸν πολέμιον νῦν ἐξολόθρευσον καὶ εἰς τέλος ἐξαφάνισον Ὅσιε, Πατὴρ ἡμῶν Ἐφραὶμ Ἱερώτατε καὶ γαλήνην παρασχου τῇ καρδίᾳ μου.
Ἰάσεων πηγὴ ὑπάρχεις ἀνεξάντλητος Ἐφραὶμ ἱερουργὲ τῶν Ἀγγέλων Ἰσάγγελε, ὅθεν ὑμνοῦμεν σου τοὺς ἀγῶνας καὶ τὰ θεῖα μαρτύρια, ἅ υπέστης διά Χριστόν τον Νυμφίον, Ὅν ἀπαύστως ἱκέτευε Ὅσιε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀρρωστείαις νῦν περιπέπτωκα, Ὑπεραγία Παρθένε Σύ μοι βοήθησον τὴν ἐλπίδα μου εἰς Σὲ ἀνατέθηκα,
ὁ ταπεινός, μὴ μὲ παρίδῃς Ἀγαθὴ Δέσποινα, σῶσον με Ἁγνὴ τῷ Υἱῷ Σου, ὅπως ρυσθήσομαι τῆς κολάσεως.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
(Μνημονεύομεν ἐκείνους δι΄οὕς ἡ Παράκλησις τελεῖται)
Κύριε ἐλέησον. (12 φορές)
Κάθισμα ἦχος β΄.
Ἰάσεων πηγὴ ὑπάρχεις ἀνεξάντλητος Ἐφραὶμ ἱερουργὲ τῶν Ἀγγέλων Ἰσάγγελε, ὅθεν ὑμνοῦμεν σου, τοὺς ἀγῶνας καὶ τὰ θεῖα μαρτύρια, ἃ ὑπέστης διὰ Χριστὸν τὸν Νυμφίον, Ὂν ἀπαύστως ἱκέτευε Ὅσιε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν Σοι˙ Θεοτόκε Δέσποινα, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.
Ὠδὴ δ΄. Ὁ Εἱρμός.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Τῆς ψυχῆς μου τὸ ἄστατον σύ κυβερνήτης γενοῦ μοι ἀοίδιμε, σύ κατεύνασον τὸν τάραχον καὶ γαλήνην παρασχου τῇ καρδίᾳ μου.
Σὲ ἐπικαλοῦμαι Ἅγιε Ἐφραὶμ ἱερώτατε, σύ γενοῦ μοι βοηθὸς τῆς ταλαιπώρου μου ψυχῆς, σὲ ἐπικαλοῦμαι ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ πρόφθασον Ἅγιε Ἐφραὶμ καὶ σῶσον τὸν δοῦλον σου τῆς παρούσης ἀνάγκης.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεοτόκε Παρθένε μὴ παρίδης ἡμᾶς τοὺς ἀθλίως κινδυνεύοντας, λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας καὶ πάσης ἀσθενείας πικράς.
Ὠδή ε΄.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί Σου, Κύριε, καὶ τῷ βραχίονί Σου τῷ ὑψηλῷ, τὴν Σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνθρωπε.
Ἐλέησον Ἅγιε τοῦ Θεοῦ, Ἐφραὶμ θαυματουργὲ Ἱερώτατε καὶ ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματος τοῦ Ὑψίστου ὅπως ψάλλομεν, Ἀλληλούια.
Στήριξον ἡμᾶς ἐπὶ πέτραν τῆς πίστεως δι’ ἥν ἤθλησας Μακάριε καὶ τῷ αἵματί σου τῷ ἁγίῳ ἐστήριξας τὴν Ἐκκλησίαν
τοῦ Χριστοῦ και τάς σαλευομένας καρδίας ἡμῶν Ἅγιε Ἐφραίμ.
Μὴ παρίδης ἡμῶν τάς δεήσεις Ἅγιε τοῦ Θεοῦ, θεράπων, ἱερουργὲ Ἐφραὶμ Ἱερώτατε, γνήσιε φίλε τοῦ Χριστοῦ. Σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν μὴ παύσης πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαῖρε Θεοτόκε Δέσποινα ἡ Πάντων Χαρά, ἡ Ἐλπὶς ἡ ἀκαταίσχυντος, Χαῖρε Μαρία Ἄχραντε τῶν ἐπικαλουμένων ἡ βοήθεια, Χαῖρε τῶν ψυχῶν ἡμῶν ἡ Θεία παράκλησις.
Ὠδὴ στ΄.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ Αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις˙ ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾃδῃ προσήγγισε˙ καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
Την δέησίν μου δέξαι τὴν πενιχρὰν καὶ τὰ δάκρυά μου Ἅγιε μὴ παραβλέψης, ὅτι ἡ ἀσθένεια τῆς ψυχῆς καὶ τοῦ σώματος, ἕως Ἄδου κατεβίβασαν τὴν ζωήν μου, ἀλλ’ ὡς συμπαθής τε ἰατρὸς καὶ ἐλεήμων, ἴασιν παρασχου τῷ ἱκέτῃ σου.
Παρρησίαν μεγίστην πρὸς τὸν Δεσπότην πλουτεῖς Ἱερώτατε αἴτησαι εἰρήνην τῷ κόσμῳ καὶ τὴν ὑγείαν παρασχου τοῖς δούλοις σου Ἅγιε, ἔγειρόν με τῆς κλίνης ἵνα σὲ κατὰ χρέος ὑμνῶ τὸν σωτῆρα μου.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Διάσωσον ἀπὸ παντοίων νόσων τοὺς δούλους σου Ἅγιε Ἐφραὶμ Ἱερώτατε, ὅτι πολλὴν τὴν παρρησίαν πλουτεῖς, διὸ μὴ παρίδης ἡμᾶς κινδύνων Ἱερώτατε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
(Μνημονεύομεν ἐκείνους δι΄οὕς ἡ Παράκλησις τελεῖται)
Κοντάκιον ἦχος β΄.
Προστάτης θερμὸς τῶν ἐπικαλουμένων σε, ὑπάρχεις Ἐφραὶμ Ὁσίων ἐγκαλλώπισμα, μὴ παρίδης τάς δεήσεις τῶν δούλων σου, ἀλλὰ πρόφθασον ὡς συμπαθὴς εἰς τὴν βοήθειαν ἡμῶν τῶν ἐν χαλεπαῖς ἀσθενείαις κατακειμένων, ἵνα πόθῳ βοῶμεν ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἀ’ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ Ἢχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (Δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (Δίς)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει, ὑψοῦται, λαμπρύνεται, τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. (δίς)
Στίχ. ε΄. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε αὐτὰ ἐκβάλλειν καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων. Εἰς ὁδὸν Ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενούντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλλάβετε, δωρεὰν δότε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλέημων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλέημον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Μὴ ἀποστερήσης με τὸν πλανηθέντα ἀπάτῃ τοῦ δολίου δράκοντος τοῦ ποτέ ἐξώσαντος τοὺς προπάτορας, θλίψεις μὲ ἐκύκλωσαν καὶ χαλεπαῖς ἀσθένιαι καὶ οὐκ ἔχω πλὴν σου ἄλλην καταφυγὴν καὶ βοήθειαν καὶ παραμυθίαν ὁ ἄθλιος πρὸς σὲ καταφεύγω τὸν μέγα τῆς ψυχῆς μου Ἰατρόν, Ἐφραὶμ ὁσίων τὸ καύχημα,
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου